Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 4

 
καταμιάναις εἰπὲ γένναν. 100
 
τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις
 
ὧδʼ ἀμείφθη· φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι
 
πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.
 
εἴκοσι δʼ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον
 
οὔτʼ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν 105
 
οἴκαδʼ, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν
 
οὐ κατʼ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ
 
Αἰόλῳ καὶ παισί, τιμάν.
 
πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν
 
ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων· 110
 
τοί μʼ, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου
 
ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν
 
ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν
 
κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις,
 
νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν. 115
 
ἀλλὰ τούτων μὲν κεφάλαια λόγων
 
ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως·
 
Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.
 
Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.
← Önceki Şiir 4 · 6 / 15 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi