Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 4

 
καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν 280
 
Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος,
 
ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ,
 
ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός,
 
ἔμαθε δʼ ὑβρίζοντα μισεῖν,
 
οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς, 285
 
οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει.
 
εὖ νιν ἔγνωκεν· θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δʼ ἔμμεν
 
τοῦτʼ ἀνιαρότατον, καλὰ γιγνώσκοντʼ ἀνάγκᾳ
 
ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ
 
προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων· 290
 
λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ
 
μεταβολαὶ λήξαντος οὔρου
 
ἱστίων. ἀλλʼ εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ
 
οἶκον ἰδεῖν, ἐπʼ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων
 
θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς 295
 
δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν,
 
μήτʼ ὦν τινι πῆμα πορών, ἀπαθὴς δʼ αὐτὸς πρὸς ἀστῶν.
 
καί κε μυθήσαιθʼ ὁποίαν, Ἀρκεσίλα,
 
εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς.
← Önceki Şiir 4 · 15 / 15 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi