Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 3

 
ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον. 20
 
ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,
 
ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,
 
μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.
 
ἔσχε τοιαύταν μεγάλαν ἀυάταν
 
καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου 25
 
λέκτροισιν ἀπʼ Ἀρκαδίας.
 
οὐδʼ ἔλαθε σκοπόν· ἐν δʼ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς
 
Λοξίας, κοινᾶνι παρʼ εὐθυτάτῳ γνώμαν πιθών,
 
πάντα ἰσάντι νόῳ· ψευδέων δʼ οὐχ ἅπτεται· κλέπτει τέ νιν
 
οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς. 30
 
καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα
 
ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει
 
θύοισαν ἀμαιμακέτῳ
 
ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δʼ ἕτερος
 
ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν· καὶ γειτόνων 35
 
πολλοὶ ἐπαῦρον, ἁμᾷ δʼ ἔφθαρεν, πολλὰν δʼ ὄρει πῦρ ἐξ ἑνὸς
 
σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.
 
ἀλλʼ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ
 
σύγγονοι κούραν, σέλας δʼ ἀμφέδραμεν
← Önceki Şiir 3 · 2 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi