Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 2

 
Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν, 40
 
ἑὸν ὄλεθρον ὅγʼ· ἐν δʼ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατʼ ἀγγελίαν.
 
ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,
 
μόνα καὶ μόνον, οὔτʼ ἐν ἀνδράσι γερασφόρον οὔτʼ ἐν θεῶν νόμοις·
 
τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς
 
ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτʼ ἐν Παλίου 45
 
σφυροῖς, ἐκ δʼ ἐγένοντο στρατὸς
 
θαυμαστός, ἀμφοτέροις
 
ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δʼ ὕπερθε πατρός.
 
θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται,
 
θεός, ὃ καὶ πτερόεντʼ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται 50
 
δελφῖνα, καὶ ὑψιφρόνων τινʼ ἔκαμψε βροτῶν,
 
ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκʼ. ἐμὲ δὲ χρεὼν
 
φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.
 
εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλʼ ἐν ἀμαχανίᾳ
 
ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν 55
 
πιαινόμενον· τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.
 
τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,
 
πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις
 
ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει
← Önceki Şiir 2 · 3 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi