Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 2

 
Pythian 2 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΑΡΜΑΤΙ
 
μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου
 
τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί,
 
ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων
 
μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος,
 
εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων 5
 
τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις,
 
ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ
 
κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.
 
ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ
 
ὅ τʼ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον 10
 
ἔν θʼ ἅρματα πεισιχάλινα καταζευγνύῃ
 
σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.
 
ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ
 
εὐαχέα βασιλεῦσιν ὕμνον, ἄποινʼ ἀρετᾶς.
 
κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις 15
 
φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησʼ Ἀπόλλων,
 
ἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα·
 
σὲ δʼ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων
 
Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων
← Önceki bölüm Şiir 2 · 1 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi