Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 11

 
Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ 20
 
ψυχᾷ πόρευσʼ Ἀχέροντος ἀκτὰν παρʼ εὔσκιον
 
νηλὴς γυνά. πότερόν νιν ἄρʼ Ἰφιγένειʼ ἐπʼ Εὐρίπῳ
 
σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;
 
ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν
 
ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις 25
 
ἔχθιστον ἀμπλάκιον καλύψαι τʼ ἀμάχανον
 
ἀλλοτρίαισι γλώσσαις·
 
κακολόγοι δὲ πολῖται.
 
ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον·
 
ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει. 30
 
θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας
 
ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,
 
μάντιν τʼ ὄλεσσε κόραν, ἐπεὶ ἀμφʼ Ἑλένᾳ πυρωθέντων
 
Τρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δʼ ἄρα γέροντα ξένον
 
Στρόφιον ἐξίκετο, νέα κεφαλά, 35
 
Παρνασοῦ πόδα ναίοντʼ· ἀλλὰ χρονίῳ σὺν Ἄρει
 
πέφνεν τε ματέρα θῆκέ τʼ Αἴγισθον ἐν φοναῖς.
 
ἦ ῥʼ, ὦ φίλοι, κατʼ ἀμευσιπόρους τριόδους ἐδινήθην,
 
ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου
← Önceki Şiir 11 · 2 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi