Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 10

 
Pythian 10 ΙΠΠΟΚΛΕΙ ΘΕΣΣΑΛῼ ΠΑΙΔΙ ΔΙΑΥΛΟΔΡΟΜῼ
 
ὄλβια Λακεδαίμων,
 
μάκαιρα Θεσσαλία· πατρὸς δʼ ἀμφοτέραις ἐξ ἑνὸς
 
ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει.
 
τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει
 
Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες 5
 
ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.
 
γεύεται γὰρ ἀέθλων·
 
στρατῷ τʼ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς
 
διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν.
 
Ἄπολλον, γλυκὺ δʼ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται· 10
 
ὁ μέν που τεοῖς γε μήδεσι τοῦτʼ ἔπραξεν·
 
τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς
 
Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις
 
Ἄρεος ὅπλοις·
 
ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν 15
 
πέτραν κρατησίποδα Φρικίαν.
 
ἕσποιτο μοῖρα καὶ ὑστέραισιν
 
ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν·
 
τῶν δʼ ἐν Ἑλλάδι τερπνῶν
← Önceki bölüm Şiir 10 · 1 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi