Thesauros Edebiyat Lirik Şiir Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 9

 
Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις 60
 
ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον
 
ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν,
 
μάτρωος δʼ ἐκάλεσσέ νιν
 
ἰσώνυμον ἔμμεν,
 
ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ 65
 
ἔργοισι. πόλιν δʼ ὤπασεν λαόν τε διαιτᾶν.
 
ἀφίκοντο δέ οἱ ξένοι,
 
ἔκ τʼ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δʼ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται·
 
υἱὸν δʼ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων
 
Αἰγίνας τε Μενοίτιον· τοῦ παῖς ἅμʼ Ἀτρείδαις 70
 
Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ
 
μόνος, ὅτʼ ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισιν
 
πρύμναις Τήλεφος ἔμβαλεν·
 
ὥστʼ ἔμφρονι δεῖξαι
 
μαθεῖν Πατρόκλου βιατὰν νόον. 75
 
ἐξ οὗ Θέτιος γόνος οὐλίῳ νιν ἐν Ἄρει
 
παραγορεῖτο μή ποτε
 
σφετέρας ἄτερθε ταξιοῦσθαι
 
δαμασιμβρότου αἰχμᾶς.
← Önceki Şiir 9 · 4 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi