Thesauros Edebiyat Lirik Şiir Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 8

 
εἷς δʼ ἀνόρουσε βοάσαις. 40
 
ἔννεπε δʼ ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων·
 
Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαι ἁλίσκεται·
 
ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα
 
πεμφθὲν βαρυγδούπου Διός·
 
οὐκ ἄτερ παίδων σέθεν, ἀλλʼ ἅμα πρώτοις ῥάζεται 45
 
καὶ τερτάτοις. ὣς ἆρα θεὸς σάφα εἴπαις
 
Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων.
 
Ὀρσοτρίαινα δʼ ἐπʼ Ἰσθμῷ ποντίᾳ
 
ἅρμα θοὸν τανύεν,
 
ἀποπέμπων Αἰακὸν 50
 
δεῦρʼ ἀνʼ ἵπποις χρυσέαις,
 
καὶ Κορίνθου δειράδʼ ἐποψόμενος δαιτικλυτάν.
 
τερπνὸν δʼ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν.
 
εἰ δʼ ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ,
 
μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος· 55
 
καὶ Νεμέᾳ γὰρ ὁμῶς
 
ἐρέω ταύταν χάριν,
 
τὰν δʼ ἔπειτʼ ἀνδρῶν μάχαν
 
ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι
← Önceki Şiir 8 · 3 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi