Thesauros Edebiyat Lirik Şiir Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 8

 
Olympian 8 ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι
 
μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία,
 
δέσποινʼ ἀλαθείας· ἵνα μάντιες ἄνδρες
 
ἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου,
 
εἴ τινʼ ἔχει λόγον ἀνθρώπων πέρι
 
μαιομένων μεγάλαν 5
 
ἀρετὰν θυμῷ λαβεῖν,
 
τῶν δὲ μόχθων ἀμπνοάν·
 
ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς.
 
ἀλλʼ ὦ Πίσας εὔδενδρον ἐπʼ Ἀλφεῷ ἄλσος,
 
τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί, 10
 
ᾧτινι σὸν γέρας ἕσπητʼ ἀγλαόν·
 
ἄλλα δʼ ἐπʼ ἄλλον ἔβαν
 
ἀγαθῶν, πολλαὶ δʼ ὁδοὶ
 
σὺν θεοῖς εὐπραγίας.
 
Τιμόσθενες, ὔμμε δʼ ἐκλάρωσεν πότμος 15
 
Ζηνὶ γενεθλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον,
 
Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ
 
θῆκεν Ὀλυμπιονίκαν.
 
ἦν δʼ ἐσορᾶν καλός, ἔργῳ τʼ οὐ κατὰ εἶδος ἐλέγχων
← Önceki bölüm Şiir 8 · 1 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi