Thesauros Edebiyat Lirik Şiir Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 7

 
μήλων τε κνισσάεσσα πομπὰ καὶ κρίσις ἀμφʼ ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας 80
 
ἐστεφανώσατο δίς, κλεινᾷ τʼ ἐν Ἰσθμῷ τετράκις εὐτυχέων,
 
Νεμέᾳ τʼ ἄλλαν ἐπʼ ἄλλα, καὶ κρανααῖς ἐν Ἀθάναις.
 
ὅ τʼ ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τʼ ἐν Ἀρκαδίᾳ
 
ἔργα καὶ Θήβαις, ἀγῶνές τʼ ἔννομοι
 
Βοιωτίων, 85
 
Πέλλανά τʼ Αἴγινά τε νικῶνθʼ ἑξάκις. ἐν Μεγάροισίν τʼ οὐχ ἕτερον λιθίνα
 
ψᾶφος ἔχει λόγον. ἀλλʼ, ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου
 
μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν,
 
ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα, δίδοι τέ οἱ αἰδοίαν χάριν
 
καὶ ποτʼ ἀστῶν καὶ ποτὶ ξείνων. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν 90
 
εὐθυπορεῖ, σάφα δαεὶς ἅ τέ οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν
 
ἔχρεον. μὴ κρύπτε κοινὸν
 
σπέρμʼ ἀπὸ Καλλιάνακτος· Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει
 
θαλίας καὶ πόλις· ἐν δὲ μιᾷ μοίρᾳ χρόνου
 
ἄλλοτʼ ἀλλοῖαι διαιθύσσοισιν αὖραι. 95
← Önceki Şiir 7 · 5 / 5 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi