Thesauros Edebiyat Lirik Şiir Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 13

 
εἴργοντες· ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲν 60
 
ἐξεύχετʼ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν
 
καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον·
 
ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλʼ ἀμφὶ κρουνοῖς
 
Πάγασον ζεῦξαι ποθέων ἔπαθεν,
 
πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν 65
 
Παλλὰς ἤνεγκʼ· ἐξ ὀνείρου δʼ αὐτίκα
 
ἦν ὕπαρ· φώνασε δʼ· εὕδεις, Αἰολίδα βασιλεῦ;
 
ἄγε φίλτρον τόδʼ ἵππειον δέκευ,
 
καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον.
 
κυαναιγὶς ἐν ὄρφνᾳ 70
 
κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν
 
ἔδοξεν· ἀνὰ δʼ ἐπᾶλτʼ ὀρθῷ ποδί.
 
παρκείμενον δὲ συλλαβὼν τέρας,
 
ἐπιχώριον μάντιν ἄσμενος εὗρεν,
 
δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τʼ ἀνὰ βωμῷ θεᾶς 75
 
κοιτάξατο νύκτʼ ἀπὸ κείνου χρήσιος. ὥς τέ οἱ αὐτὰ
 
Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν
 
δαμασίφρονα χρυσόν.
 
ἐνυπνίῳ δʼ ᾇ τάχιστα πιθέσθαι
← Önceki Şiir 13 · 4 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi