Thesauros Edebiyat Lirik Şiir Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 13

 
Ἑλλώτια δʼ ἑπτάκις· ἐν δʼ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν 40
 
Πτοιοδώρῳ σὺν πατρὶ μακρότεραι
 
Τερψίᾳ θʼ ἕψοντʼ Ἐριτίμῳ τʼ ἀοιδαί.
 
ὅσσα τʼ ἐν Δελφοῖσιν ἀριστεύσατε
 
ἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν
 
περὶ πλήθει καλῶν, ὡς μὰν σαφὲς 45
 
οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν.
 
ἕπεται δʼ ἐν ἑκάστῳ
 
μέτρον· νοῆσαι δὲ καιρὸς ἄριστος.
 
ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς
 
μῆτίν τε γαρύων παλαιγόνων 50
 
πόλεμόν τʼ ἐν ἡρωΐαις ἀρεταῖσιν
 
οὐ ψεύσομʼ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν,
 
καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ,
 
ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις.
 
τὰ δὲ καί ποτʼ ἐν ἀλκᾷ 55
 
πρὸ Δαρδάνου τειχέων ἐδόκησαν
 
ἐπʼ ἀμφότερα μαχᾶν τάμνειν τέλος,
 
τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος
 
Ἑλέναν κομίζοντες, οἱ δʼ ἀπὸ πάμπαν
← Önceki Şiir 13 · 3 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi