Thesauros Edebiyat Lirik Şiir Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 10

 
θήξαις δέ κε φύντʼ ἀρετᾷ ποτὶ 20
 
πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ·
 
ἄπονον δʼ ἔλαβον χάρμα παῦροί τινες,
 
ἔργων πρὸ πάντων βιότῳ φάος.
 
ἀγῶνα δʼ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος
 
βωμῶν ἑξάριθμον ἐκτίσσατο, 25
 
ἐπεὶ Ποσειδάνιον
 
πέφνε Κτέατον ἀμύμονα,
 
πέφνε δʼ Εὔρυτον, ὡς Αὐγέαν λάτριον
 
ἀέκονθʼ ἑκὼν μισθὸν ὑπέρβιον
 
πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφʼ ὁδῷ, 30
 
ὅτι πρόσθε ποτὲ Τιρύνθιον
 
ἔπερσαν αὐτῷ στρατὸν
 
μυχοῖς ἥμενον Ἄλιδος
 
Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας
 
Ἐπειῶν βασιλεὺς ὄπιθεν 35
 
οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶ
 
πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας
 
ἵζοισαν ἑὰν πόλιν.
 
νεῖκος δὲ κρεσσόνων
← Önceki Şiir 10 · 2 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi