Thesauros Edebiyat Lirik Şiir Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 10

 
Olympian 10 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΥΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤΗι
 
τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι
 
Ἀρχεστράτου παῖδα, πόθι φρενὸς
 
ἐμᾶς γέγραπται· γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθʼ· ὦ Μοῖσʼ, ἀλλὰ σὺ καὶ θυγάτηρ
 
Ἀλάθεια Διός, ὀρθᾷ χερὶ
 
ἐρύκετον ψευδέων 5
 
ἐνιπὰν ἀλιτόξενον.
 
ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος
 
ἐμὸν καταίσχυνε βαθὺ χρέος.
 
ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος· ὁρᾶτʼ ὦν νῦν ψᾶφον ἑλισσομέναν
 
ὅπα κῦμα κατακλύσσει ῥέον, 10
 
ὅπα τε κοινὸν λόγον
 
φίλαν τίσομεν ἐς χάριν.
 
νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων,
 
μέλει τέ σφισι Καλλιόπα
 
καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον 15
 
Ἡρακλέα. πύκτας δʼ ἐν Ὀλυμπιάδι νικῶν
 
Ἴλᾳ φερέτω χάριν
 
Ἁγησίδαμος ὡς
 
Ἀχιλεῖ Πάτροκλος.
← Önceki bölüm Şiir 10 · 1 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi