Thesauros Edebiyat Lirik Şiir Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 1

 
ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι 100
 
κεῖνον ἱππίῳ νόμῳ
 
Αἰοληΐδι μολπᾷ
 
χρή· πέποιθα δὲ ξένον
 
μή τινʼ, ἀμφότερα καλῶν τε ἴδριν ἁμᾷ καὶ δύναμιν κυριώτερον,
 
τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς. 105
 
θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται
 
ἔχων τοῦτο κᾶδος, Ἱέρων,
 
μερίμναισιν· εἰ δὲ μὴ ταχὺ λίποι,
 
ἔτι γλυκυτέραν κεν ἔλπομαι
 
σὺν ἅρματι θοῷ κλεΐξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγων 110
 
παρʼ εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦν
 
Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει·
 
ἐπʼ ἄλλοισι δʼ ἄλλοι μεγάλοι. τὸ δʼ ἔσχατον
 
κορυφοῦται βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον.
 
εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν, ἐμέ τε τοσσάδε νικαφόροις 115
 
ὁμιλεῖν, πρόφαντον σοφίᾳ καθʼ Ἕλλανας ἐόντα παντᾷ.
← Önceki Şiir 1 · 6 / 6 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi