Thesauros Edebiyat Lirik Şiir Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 1

 
μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις 60
 
ἁλίκεσσι συμπόταις
 
νέκταρ ἀμβροσίαν τε
 
δῶκεν, οἷσιν ἄφθιτον
 
θῆκαν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει.
 
τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλιν 65
 
μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.
 
πρὸς εὐάνθεμον δʼ ὅτε φυὰν
 
λάχναι νιν μέλαν γένειον ἔρεφον.
 
ἑτοῖμον ἀνεφρόντισεν γάμον
 
Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν 70
 
σχεθέμεν. ἐγγὺς ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ
 
ἄπυεν βαρύκτυπον
 
Εὐτρίαιναν· ὁ δʼ αὐτῷ
 
πὰρ ποδὶ σχεδὸν φάνη.
 
τῷ μὲν εἶπε· φίλια δῶρα Κυπρίας ἄγʼ εἴ τι, Ποσείδαον, ἐς χάριν 75
 
τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον,
 
ἐμὲ δʼ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων
 
ἐς Ἆλιν, κράτει δὲ πέλασον.
 
ἐπεὶ τρεῖς τε καὶ δέκʼ ἄνδρας ὀλέσαις
← Önceki Şiir 1 · 4 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi