Thesauros Edebiyat Lirik Şiir Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 1

 
ὅτε παρʼ Ἀλφεῷ σύτο, δέμας 20
 
ἀκέντητον ἐν δρόμοισι παρέχων,
 
κράτει δὲ προσέμιξε δεσπόταν,
 
Συρακόσιον ἱπποχάρμαν βασιλῆα. λάμπει δέ οἱ κλέος
 
ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ·
 
τοῦ μεγασθενὴς ἐράσσατο γαιάοχος 25
 
Ποσειδᾶν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθὼ
 
ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.
 
ἦ θαυματὰ πολλά, καί πού τι καὶ βροτῶν φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον
 
δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι
 
Χάρις δʼ, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς, 30
 
ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν
 
ἔμμεναι τὸ πολλάκις·
 
ἁμέραι δʼ ἐπίλοιποι
 
μάρτυρες σοφώτατοι.
 
ἔστι δʼ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά· μείων γὰρ αἰτία. 35
 
υἱὲ Ταντάλου, σὲ δʼ, ἀντία προτέρων, φθέγξομαι,
 
ὁπότʼ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον
 
ἐς ἔρανον φίλαν τε Σίπυλον,
 
ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων,
← Önceki Şiir 1 · 2 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi