isa_bainon_puthoklei_demosthenes_en
ἼΣΑ ΒΑΙΝΩΝ ΠΥΘΟΚΛΕΙ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μηδὲ βραχὺ ἀφιστάμενος. καὶ ἐν τῷ κατὰ Στεφάνου α φησὶν Ἀριστολόχῳ τῷ τραπεζίτῃ ἴσα βαίνων ἐβάδιζε. Μένανδρος παρ’ αὐτὸν ἴσα βαίνουσ̓ ἑταίρα πολυτελής.
ἼΣΑΙ ΨΗΦΟΙ
isai_psefoi
Αἰσχίνης κατὰ Κτησιφῶντος ἕτερος δὲ πλεύσας ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀνάνδρως ἤνεγκε, πρώην μέν ποτε εἰσηγγέλθη καὶ ἴσαι αἱ ψῆφοι αὐτῷ ἐγένοντο, εἰ δὲ μία ψῆφος ὑπερέπεσεν, ὑπερώριστο ἂν καὶ ἀπέθανεν.
ἸΣΑΙΟΣ
isaios
εἷς μέν ἐστι τῶν δέκα ῥητόρων οὗτος, μαθητὴς δὲ Ἰσοκράτους, διδάσκαλος δὲ Δημοσθένους, Ἀθηναῖος τὸ γένος, καθά φησιν Ἕρμιππος ἐν β περὶ τῶν Ἰσοκράτους μαθητῶν. Δημήτριος δ’ ἐν τοῖς περὶ ὁμωνύμων ποιητῶν Χαλκιδέα φησὶν αὐτὸν εἶναι.
ἸΣΜΗΝΙΑΣ
ismenias
Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. εἷς τῶν παρὰ Θηβαίοις ἦν πολέμαρχος ἐπιφανής.
ἸΣΟΛΑΙΤΗΣ
isolaites
Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. ξενικός τις δαίμων, ᾧ τὰ δημώδη γύναια καὶ μὴ πάνυ σπουδαῖα ἐτέλει.
ἸΣΟΤΕΛΗΣ
isoteles
ἸΣΟΤΕΛΗΣ καὶ ΙΣΟΤΕΛΕΙΑ· Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου πολλάκις. τιμή τις διδομένη τοῖς ἀξίοις φανεῖσι τῶν μετοίκων, καθ’ ἣν καὶ τοῦ μετοικίου ἄφεσις αὐτοῖς ἐγίγνετο, ὡς Λυσίας ἐν τῷ πρὸς Σώστρατον ὕβρεως, εἰ γνήσιος. ὅτι δὲ καὶ τῶν ἄλλων ὧν ἔπραττον οἱ μέτοικοι ἄφεσιν εἶχον οἱ ἰσοτελεῖς Θεόφραστος εἴρηκεν ἐν ια τῶν Νόμων· οὗτος δέ φησιν ὡς ἐνιαχοῦ καὶ πόλεσιν ὅλαις ἐψηφίζοντο τὴν ἰσοτέλειαν Ἀθηναῖοι, ὥσπερ Ὀλυνθίοις τε καὶ Θηβαίοις. ἔστι δὲ μαθεῖν ἐκ τοῦ προγεγραμμένου Ἰσαίου λόγου καὶ ὅσα ἐτέλει ὁ ἰσοτελής.
ἼΣΧΑΝΔΡΟΣ