paianieis
ΠΑΙΑΝΙΕΙΣ καὶ ΠΑΙΟΝΙΔΑΙ· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ὅτ’ ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλη τὸν Παιανιέα ἀνεψιὸν ὄντα. Δίδυμος γραπτέον εἶναί φησι Παιανέα, χωρὶς τοῦ ι. εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος καλεῖσθαί φησι Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπένερθεν· ὁμοίως δ’ ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. δῆμος δέ ἐστιν οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος δηλοῖ.
ΠΑΛΙΝΑΙΡΕΤΟΣ
palinairetos
Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει. μήποτε παλιναίρετον λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον, ἐπειδήπερ συκοφαντῶν τινὰς, ἔπειτα λαμβάνων δῶρα τούτοις αὐτοῖς ἐβοήθει, ὡς ἐν αὐτῷ τῷ λόγῳ δείκνυται· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο, καὶ διὰ τοῦτ’ ἐκωλύετο λέγειν πρὶν ἀποτῖσαι τὴν ζημίαν ἣν ὦφλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν, ὡς δηλοῦται καὶ τοῦτο ἐν τῷ λόγῳ. ὅτι γὰρ τοὺς τοιούτους ἐκάλουν παλιναιρέτους, καὶ τοὺς ἀποχειροτονηθέντας τὴν ἀρχὴν καὶ πάλιν χειροτονηθέντας, Εὔπολίς τε ἐν Βάπταις δηλοῖ καὶ Ἄρχιππος ἐν τοῖς Ἰχθύσι λέγων αἱρουμένους τε πραγμάτων ἐπιστάτας ἀποδοκιμάζειν, εἶτα δοκιμάζειν πάλιν ἢν οὖν ποιῶμεν ταῦτα, κίνδυνος λαθεῖν ἁπαξάπαντας γενομένους παλιναιρέτους. ἐπὶ δὲ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικοδομηθέντων Πίνδαρος Διθυράμβοις.
ΠΑΛΙΝΣΚΙΟΝ