kegchreon
Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ κἄπειτ’ ἔπεισε τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἀντὶ τοῦ εἰς τὸ καθαριστήριον, ὅπου τὴν ἐκ τῶν μετάλλων κέγχρον διέψυχον, ὡς ὑποσημαίνει Θεόφραστος ἐν τῷ περὶ μετάλλων.
ΚΕΙΟΙ
keioi
Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν οἱ Κεῖοι μὲν πόλις τοσαύτη. Κέως μία τῶν Κυκλάδων νήσων, παρακειμένη τῇ Ἀττικῇ. τὴν νῆσον δὲ πόλιν ὠνόμασεν ὁ ῥήτωρ. καὶ Εὐριπίδης τὴν Εὔβοιαν· Εὔβοἰ Ἀθήναις ἐστί τις γείτων πόλις. Ἀριστοφάνης δὲ περὶ Σικελίας φησὶν οἵα πόλις τάλαινα διαλυμαίνεται.
ΚΕΙΡΙΑΔΗΣ
keiriades
Ἰσαῖος ἐν τῇ πρὸς Βοιωτὸν ἐκ δημοτῶν ἐφέσει. ὅτι Κειριάδαι δῆμός ἐστι τῆς Ἱπποθωντίδος εἴρηκε Διόδωρος ἐν τῷ περὶ τῶν δήμων.
ΚΕΚΡΟΠΙΣ
kekropis
Ὑπερίδης ἐν τῷ πρὸς Ἀριστογείτονα. μία δ’ ἦν τῶν ι φυλῶν Ἀθήνησι Κεκροπὶς, ὡς Δημοσθένης ἐν τῷ ἐπιταφίῳ, εἰ γνήσιος.
ΚΕΛΕΟΝΤΕΣ
keleontes
Ἀντιφῶν ἐν τῇ πρὸς Δημοσθένους γραφὴν ἀπολογίᾳ ἵνα τοὺς κελέοντας κατέπηξεν. κυρίως μὲν κελέοντές εἰσιν οἱ ἱστόποδες, ὡς καὶ παρ’ Ἀριστοφάνει δῆλον τῷ κωμικῷ. μεταφορικῶς δὲ νῦν ὁ ῥήτωρ λέγοι ἂν τὰ ὀρθὰ ξύλα.
ΚΕΡΑΜΕΙΣ
kerameis
Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου α. δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος Κεραμεῖς, ὥς φησι Διόδωρος. φησὶ δὲ Φιλόχορος ἐν γ εἰληφέναι τούτους τοὔνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ τοῦ θύειν Κεράμῳ τινὶ ἥρωϊ.
ΚΕΡΑΜΕΙΚΟΣ
kerameikos
Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. ὅτι δύο εἰσὶ Κεραμεικοὶ, ὡς καὶ ὁ ῥήτωρ φησὶν, ὁ μὲν ἔνδον τῆς πόλεως, ὁ δὲ ἕτερος ἔξω, ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευτήσαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον, δηλοῖ Καλλικράτης ἢ Μενεκλῆς ἐν τῷ περὶ Ἀθηνῶν.
ΚΕΡΚΙΔΑΣ