Metin
τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
ἡξεῖ καὶ φθινόπωρον, ἔτος δʼ εἰς ἄλλο φυλαξεῖ.
ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
125
ὡς δʼ αἱ ὡς αἱ MSS.; corr. Meineke. λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
τὰς δὲ τελεσφορέας τελεσφορίας MSS.; corr. T. Bentley. ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,
αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ αἵ τε MSS.; corr. Ernesti. βαρεῖαι
130
χἄτις Ἐλειθυίᾳ τείνει χέρα χἄτις ἐν ἄλγει.
ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηὼ
δωσεῖ πάντʼ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θʼ ὁμονοίᾳ
ἔν τʼ εὐηπελίᾳ, φέρε δʼ ἀγρόθι νόστιμα πάντα·
135
φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,
φέρβε καὶ εἰράναν, ἵνʼ ὃς ἄροσε τῆνος ἀμάσῃ. ἀμάσῃ Stephanus; ἀμάσ(σ)ει MSS., which may be right, cf. fr. Incert. 16.
ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.