Thesauros Edebiyat hymns εἰς Δήμητρα

εἰς Δήμητρα

εἰς Δήμητρα Callimachus
Bölümler
Metin 1–138

Metin

 
τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα 80
 
νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος
 
Πίνδον ἀνʼ εὐάγκειαν, δ δʼ ἐννέα φάεα κεῖται.
 
δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ;
 
δαίνυεν εἰλαπίναν τις· ἐν ἀλλοτρίοις Ἐρυσίχθων.
 
ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν, 85
 
ἢ ἔπεσʼ ἐξ ἵππων, ἢ ἐν Ὄθρυϊ ποίμνιʼ ἀμιθρεῖ.
 
ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς
 
ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστήρ
 
αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας
 
ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα. 90
 
ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίωι ἔνι πλαγγών,
 
καὶ τούτων † ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς·
 
δειλαίωι ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
 
κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαί
 
χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι. 95
 
καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
 
τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων·
 
ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν
 
σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
← Önceki Metin · 5 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi