Thesauros Edebiyat hymns εἰς Δήμητρα

εἰς Δήμητρα

εἰς Δήμητρα Callimachus
Bölümler
Metin 1–138

Metin

 
ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες. 60
 
ἃ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο
 
δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα
 
ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας
 
ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.
 
ἃ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά. 65
 
αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν
 
αἴθωνα κρατερόν, μεγάλαι δʼ ἐστρεύγετο νούσωι.
 
σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
 
εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον·
 
τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει· 70
 
† καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος.
 
οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
 
αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα.
 
ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα
 
Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ 75
 
οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
 
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας. ἦνθε Πολυξώ,
 
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
 
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
← Önceki Metin · 4 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi