Thesauros Edebiyat hymns εἰς Δήμητρα

εἰς Δήμητρα

εἰς Δήμητρα Callimachus
Bölümler
Metin 1–138

Metin

 
ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι, 20
 
ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·
 
κάλλιον, ὡς (ἵνα καί τις ὑπερβασίας ἀλέηται)
 
π
 
οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
 
τεῖ δʼ αὐτᾶι καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί 25
 
δένδρεσιν ἀμφιλαφές· διά κεν μόλις ἦνθεν ὀιστός·
 
ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
 
ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρ
 
ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρωι
 
ὅσσον Ἐλευσῖνι, Τριόπαι θʼ ὅσον ὁκκόσον Ἔνναι. 30
 
ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,
 
τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά·
 
σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι,
 
πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
 
ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας 35
 
ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
 
ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
 
τῶι ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,
 
ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
← Önceki Metin · 2 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi