Thesauros Edebiyat hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus
Bölümler
Metin 1–142

Metin

 
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
 
ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον.
 
γνωσεῖται δʼ ὄρνιχας, ὅς αἴσιος οἵ τε πέτονται
 
ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
 
πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ 125
 
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
 
δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,
 
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.
 
καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι
 
φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλᾳ. 130
 
ὥς φαμένα κατένευσε· τὸ δʼ ἐντελὲς ᾧ κʼ ἔπι νεύσῃ ἔπι νεύσῃ Wilamowitz; ἐπινεύσῃ.
 
Παλλάς, ἐπεὶ μώνᾳ Ζεὺς τό γε θυγατέρων
 
δῶκεν Ἀθαναίᾳ, πατρώια πάντα φέρεσθαι,
 
λωτροχόοι, μάτηρ δʼ οὔτις ἔτικτε θεάν,
 
ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει 135
 
ψεύδεα κοὐδὲ Διὸς ψεύδετ lacuna supplied by the Editor. αι ἁ θυγάτηρ.
 
ἔρχετʼ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε
 
τὰν θεόν, ὦ κῶραι τὦργον τὦργον Boissonade; τὦργος. ὅσαις μέλεται,
 
σύν τʼ εὐαγορίᾳ σύν τʼ εὔγμασι σύν τʼ ὀλολυγαῖς.
 
χαῖρε θεά, κάδευ δʼ Ἄργεος Ἰναχίω. 140
← Önceki Metin · 7 / 8 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi