Thesauros Edebiyat hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus
Bölümler
Metin 1–142

Metin

 
κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν
 
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες·
 
ἔξιθʼ Ἀθαναία περσέπτολι, χρυσεοπήληξ,
 
ἵππων καὶ σακέων ἁδομένα πατάγῳ.
 
σάμερον ὑδροφόροι μὴ βάπτετε—σάμερον Ἄργος 45
 
πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ, τῶν ποταμῶν MSS.
 
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ᾽ς Φυσάδειαν
 
ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
 
καὶ γὰρ δὴ χρυδῷ τε καὶ ἄνθεσιν ὕδατα μίξας
 
ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων 50
 
τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ,
 
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς.
 
ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
 
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
 
πότνἰ Ἀθαναία τὺ σὺ MSS. μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι 55
 
ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.
 
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
 
πουλύ τι καὶ περὶ δὴ φίλατο τᾶν ἑταρᾶν,
 
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·
 
ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων 60
← Önceki Metin · 3 / 8 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi