Metin
οὐδʼ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
ἁ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
οἷα παρʼ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι
ἀστέρες, ἐμπεράμως ἐνετρίψατο ἐτρίψατο MSS.; corr. Meineke. λιτὰ λαβοῖσα βαλοῖσα EF.
25
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
τῶ καὶ νῦν ἄρσεν τι τι Bergk; τε. κομίξατε μῶνον κομίξατε Schneider, μῶνον Ernesti; κομίσσατε μοῦνον. ἔλαιον,
ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης·
30
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
παρθενικαὶ μεγάλων παῖδες Ἀκεστοριδᾶν Ἀρεστοριδᾶν Valckenaer.
ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,
35
ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον
Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς·
ὅς ποκα βωλευτὸν ποτε βουλευτὸν MSS. γνοὺς ἐπί οἱ θάνατον
δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα
ᾤχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ᾠκίσατο·
40