Metin
ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον,
160
ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε ʼμὴ σύ γε μῆτερ
τῆι με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη·
ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος
165
ἐστί, Σαωτήρων ὕπατον γένος· ὧι ὑπὸ μίτρην
ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
ἠέλιον φορέουσιν· ὃ δʼ εἴσεται ἤθεα πατρός.
170
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
ὕστερον, ὁππότʼ ἂν οἳ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος
ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι
175
τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται,
καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν