Thesauros Edebiyat hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβραμεν ἦχος. 140
 
ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
 
σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
 
εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
 
θερμάστραι τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρης
 
ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες 145
 
καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι·
 
τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο·
 
Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως
 
καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας,
 
εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο ʼσώιζεο χαίρων, 150
 
σώιζεο· μὴ σύ γʼ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε
 
ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβήʼ.
 
ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
 
εἰναλίας· αἳ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο,
 
οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι, 155
 
οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
 
Ἶρις ἐπεὶ πάσηισιν ἐφʼ ὑψηλοῖο Μίμαντος
 
σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἳ δʼ ὑπʼ ὀμοκλῆς
 
πανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι.
← Önceki Metin · 8 / 17 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi