Metin
ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.ʼ
120
τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
ʼλητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
πότνια σὰς ὠδῖνας ἀναίνομαι (οἶδα καὶ ἄλλας
λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας)· ἀλλά μοι Ἥρη
δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
125
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
130
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.ʼ
εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα·
135
ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι
δούρατος· ἣ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
ἐσχατιαὶ Πίνδοιο, φόβωι δʼ ὠρχήσατο πᾶσα