Metin
τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
Λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
πότνια σὰς ὠδῖνας ἀναίνομαι· οἶδα καὶ ἄλλας
λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας· ἀλλά μοι Ἥρη
δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
125
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
130
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.
εἶπε καὶ ἠρώησε μέμαν ῥόον. ἀλλά οἱ Ἄρης
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
ἐμβαλέειν δίνῃσιν, ἀποκρύψαι δὲ ῥέεθρα·
135
ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῇ
δούρατος· ἡ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
ἐσχατιαὶ Πίνδοιο, φόβῳ δʼ ὠρχήσατο πᾶσα
Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβρεμεν ἔβρεμεν e; ἔβραμεν A; ἔβραχεν other MSS. ἦχος.
140