Thesauros Edebiyat hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων 20
 
Σαρδώ θʼ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
 
ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντʼ ἐπιβάθρων.
 
κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
 
δῆλος δʼ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος;
 
τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν 25
 
Στρυμονίου βορέαο· θεὸς δʼ ἀεὶ ἀστυφέλικτος·
 
Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
 
εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
 
ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
 
ἢ ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων 30
 
ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
 
νήσους εἰναλίας εἰργάζετο, νέρθε δʼ ἐλάσσας
 
ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι;
 
καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται,
 
πρυμνόθεν ἐρρίζωσε· σὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη, 35
 
ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν τοι
 
Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
 
οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
 
τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ,
← Önceki Metin · 2 / 17 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi