Thesauros Edebiyat hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
θηλυτέρην, σὺ δʼ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς.
 
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
 
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο·
 
Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
 
Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή. 225
 
ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις
 
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆιʼ.
 
ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
 
Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
 
ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς 230
 
ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·
 
τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
 
κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
 
οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει,
 
ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο 235
 
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
 
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
 
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι
 
δεσπότις. ἣ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
 
ʼοὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε 240
← Önceki Metin · 12 / 17 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi