Thesauros Edebiyat hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
φλεξας ἐπεὶ περικαίεο πυρί,
 
τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
 
ʼἭρη τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γάρ ἀπειλὰς
 
ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖʼ.
 
ἔννεπες· ἣ δʼ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς, 205
 
ἕζετο δʼ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον
 
γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι
 
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
 
λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις
 
φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς 210
 
τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
 
εἶπε δʼ ἀλυσθμαίνουσα ʼτί μητέρα κοῦρε βαρύνεις;
 
αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι.
 
γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπουʼ.
 
νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος 215
 
δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,
 
εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβωι δʼ ἀνεμίσγετο μῦθος,
 
ʼἭρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
 
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
 
γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην 220
← Önceki Metin · 11 / 17 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi