Metin
τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
Ἥρη, τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γὰρ ἀπειλὰς
ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ.
ἔννεπες· ἡ δʼ ἀρητὸν ἀρητὸν Dilthey; ἄρητον. ἄλης ἀπεπαύσατο λυγρῆς,
205
ἕζετο δʼ Ἰνωποῖο παρὰ ῥόον, ὅντε βάθιστον
γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρῳ
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις
φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
210
τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
εἶπε δʼ ἀλυσθμαίνουσα τί μητέρα, κοῦρε, βαρύνεις;
αὕτη τοι, φίλε, νῆσος ἐπιπλώουσα θαλάσσῃ.
γείνεο, γείνεο, κοῦρε, καὶ ἤπιος ἔξιθι κόλπου.
νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος
215
δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,
εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβῳ δʼ ἀνεμίσγετο μῦθος,
Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
220
θηλυτέρην, σὺ δʼ, ἄνασσα, τὸν αἴτιον εἴσεαι ὀργῆς.