Thesauros Edebiyat hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι, 180
 
ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζωνται † φάλαγγες
 
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
 
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
 
ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι
 
στήσονται· τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δʼ ἐπὶ Νείλωι 185
 
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
 
κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
 
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
 
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
 
ὕστερον ἤματα πάντα· σὺ δὲ ξυμβάλλεο μῆτερ· 190
 
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
 
πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,
 
ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,
 
ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέηισι θάλασσα.
 
τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.ʼ 195
 
αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
 
Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατήιεις,
 
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
 
ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·
← Önceki Metin · 10 / 17 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi