Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα 140
 
θηητὴν φορέουσιν, ὅτʼ ἐς Διὸς οἶκον ἐλαύνεις.
 
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονται
 
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
 
θηρίον ὅττι φέρηισθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι
 
καρτερὸν Ἀλκεΐδην· νῦν δʼ οὐκέτι τοῦτον ἄεθλον 145
 
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
 
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
 
νεῖαι πῖον ἔδεσμα· θεοὶ δʼ ἐπὶ πάντες ἐκείνωι
 
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
 
ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνην 150
 
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
 
κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκει
 
βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν
 
ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς
 
οὔρεα βόσκεσθαι· τί κέ μιν πρόκες ἠὲ λαγωοί 155
 
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
 
καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.
 
ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
 
οὐ γὰρ ὅ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς
← Önceki Metin · 8 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi