Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν, 120
 
τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτʼ ἐπὶ δρῦν,
 
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
 
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον,
 
σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
 
κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη, 125
 
κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκες
 
ἢ βληταὶ θνήισκουσι λεχωίδες ἠὲ φυγοῦσαι
 
τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
 
οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
 
κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη 130
 
τετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται· οὐδʼ ἐπὶ σῆμα
 
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
 
οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
 
οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν
 
εἰνάτερες γαλόωι τε μίαν πέρι δίφρα τίθενται. 135
 
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
 
εἴην δʼ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
 
τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
 
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δʼ οἵ σεο πάντες ἄεθλοι,
← Önceki Metin · 7 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi