Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἳ μὲν ἐπʼ ὄχθηις 100
 
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος ἀναύρου,
 
μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός·
 
ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
 
ʼτοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴηʼ.
 
πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα 105
 
νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
 
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
 
Ἥρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆι
 
ὕστερον ὅφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
 
Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι 110
 
ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον,
 
ἐν δʼ ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά.
 
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν;
 
Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
 
ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα. 115
 
ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
 
Μυσῶι ἐν Οὐλύμπωι, φάεος δʼ ἐνέηκας ἀυτμήν
 
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
 
ποσσάκι δʼ ἀργυρέοιο θεὴ πειρήσαο τόξου;
← Önceki Metin · 6 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi