Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
τῶι μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος 80
 
ʼΚύκλωπες κἠμοί τι Κυδώνιον εἰ δʼ ἄγε τόξον
 
ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
 
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
 
αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
 
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιενʼ. 85
 
ἔννεπες· οἳ δʼ ἐτέλεσσαν· ἄφαρ δʼ ὡπλίσσαο δαῖμον.
 
αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλιν
 
Ἀρκαδικὴν ἔπι Πανός. ὃ δὲ κρέα λυγκὸς ἔταμνε
 
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
 
τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς 90
 
τρεῖς δὲ παρουαίους ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας
 
αὐτοὺς αὖ ἐρύοντας, ὅτε δράξαιντο δεράων,
 
εἷλκον ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε
 
θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
 
ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν, 95
 
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί
 
σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι.
 
ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
 
εὗρες ἐπὶ προμολῆισʼ ὄρεος τοῦ Παρρασίοιο
← Önceki Metin · 5 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi