Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
Κύκλωπες, κἠμοί κἠμοί Meineke; ἢ ἤ μοι. τι Κυδώνιον εἰ δʼ ἄγε τόξον
 
ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
 
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
 
αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
 
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν. 85
 
ἔννεπες· οἱ δʼ ἐτέλεσσαν· ἄφαρ δʼ ὡπλίσσαο, δαῖμον,
 
αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλιν
 
Ἀρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνε
 
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
 
τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγοὺς 90
 
τρεῖς δὲ παρουαίους παρουαίους Schneider after M. Haupt who conjectured παρωαίους, cf. Hesych. s.vv. παρωάς and πάρωος, Arist. H.A. ix. 45, etc.; παρουατίους. ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας
 
αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων,
 
εἷλκον εἷλκον e, cf. Nonn. 25. 188; εἶλον A. ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε
 
θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
 
ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν, 95
 
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶ
 
σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι.
 
ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
 
εὗρες ἐτί προμολῇσʼ ὄρεος τοῦ Παρρασίοιο
 
σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἑπʼ ὄχθῃς 100
← Önceki Metin · 5 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi