Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον 60
 
ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.
 
τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
 
οὔτʼ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
 
οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
 
οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες. 65
 
ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
 
μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ,
 
Ἄργην ἢ Στερόπην· ὃ δὲ δώματος ἐκ μυχάτοιο
 
ἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι·
 
αὐτίκα τὴν κούρην μορμύσσεται, ἣ δὲ τεκούσης 70
 
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
 
κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
 
εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα,
 
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
 
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι, 75
 
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
 
ὤλοψας δὲ βίηιφι· τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦν
 
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηι
 
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ.
← Önceki Metin · 4 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi