Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη 40
 
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι·
 
ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας,
 
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
 
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
 
οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς. 45
 
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
 
νήσωι ἐνὶ Λιπάρηι (Λιπάρη νέον, ἀλλὰ τότʼ ἔσκεν
 
οὔνομά οἱ Μελιγουνίς) ἐπʼ ἄκμοσιν Ἡφαίστοιο
 
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
 
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην. 50
 
αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
 
πρηόσιν †ὀσσείοισιν ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρύν
 
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείωι
 
δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
 
ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τʼ ἄημα 55
 
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
 
αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
 
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
 
εὖθʼ οἵ γε ρῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
← Önceki Metin · 3 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi