Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
Ἀρκαδίην εἰσῆλθεν, ἔχει δʼ ἔτι θηρὸς ὀδόντας· 220
 
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
 
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
 
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
 
τάων Μαιναλίη νᾶεν φόνωι ἀκρώρεια.
 
πότνια πουλυμέλαθρε πολύπτολι χαῖρε Χιτώνη 225
 
Μιλήτωι ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύς
 
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
 
Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δʼ Ἀγαμέμνων
 
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῶι
 
μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας, 230
 
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
 
ἔπλεον ἀμφʼ Ἑλένηι Ῥαμνουσίδι θυμωθεῖσαι.
 
ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
 
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
 
οὔρεα πλαζομένας Ἀζήνια, τὸν δʼ ἐνὶ Λούσοις 235
 
Ἡμέρηι, οὕνεκα θυμὸν ἀπʼ ἄγριον εἵλεο παίδων.
 
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
 
ἔν ποτε παρραλίηι Ἐφέσωι βρέτας ἱδρύσαντο
 
φηγῶι ὑπὸ πρέμνωι, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
← Önceki Metin · 12 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi