Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτʼ ἐκεῖνον 180
 
ἦλθε παρʼ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
 
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
 
τίς δέ νύ τοι νήσων, ποῖον δʼ ὄρος εὔαδε πλεῖστον,
 
τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δʼ ἔξοχα νυμφέων
 
φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας; 185
 
εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δʼ ἑτέροισιν ἀείσω.
 
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
 
Τηύγετον δʼ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
 
ἔξοχα δʼ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
 
ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως 190
 
πτοιηθεὶς ὑπʼ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
 
ἣ δʼ ὁτὲ μὲν λασίηισιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
 
ἄλλοτε δʼ εἱαμενῆισιν· ὃ δʼ ἐννέα μῆνας ἐφοίτα
 
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
 
μέσφʼ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον 195
 
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
 
δίκτυα, τά σφʼ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
 
νύμφην μὲν Δίκτυναν, ὄρος δʼ ὅθεν ἥλατο νύμφη
 
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς
← Önceki Metin · 10 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi