Thesauros Edebiyat hymns εἰς Απόλλωνα

εἰς Απόλλωνα

εἰς Απόλλωνα Callimachus
Bölümler
Metin 1–113

Metin

 
Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ, 100
 
αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπʼ ἄλλωι
 
βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός,
 
ἱὴ ἱὴ παιῆον, ἵει βέλος, εὐθύ σε μήτηρ
 
γείνατʼ ἀοσσητῆρα· τὸ δʼ ἐξέτι κεῖθεν ἀείδηι.
 
ὁ Φθόνος Ἀπόλλωνος ἐπʼ οὔατα λάθριος εἶπεν 105
 
οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει.
 
τὸν Φθόνον ὡπόλλων ποδί τʼ ἤλασεν ὧδέ τʼ ἔειπεν·
 
Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλά
 
λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει.
 
Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι μέλισσαι, 110
 
ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει
 
πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.
 
χαῖρς ἄναξ· ὁ δὲ Μῶμος, ἵνʼ ὁ Φθόνος, ἔνθα νέοιτο.
← Önceki Metin · 6 / 6

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi