Thesauros Edebiyat hymns εἰς Απόλλωνα

εἰς Απόλλωνα

εἰς Απόλλωνα Callimachus
Bölümler
Metin 1–113

Metin

 
Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν 60
 
Κυνθιάδων φορέεσκεν, ὃ δʼ ἔπλεκε βωμὸν Ἀπόλλων.
 
δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν
 
ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.
 
ὧδʼ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.
 
Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττωι 65
 
καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῶι
 
δεξιὸς οἰκιστῆρι καὶ ὤμοσε τείχεα δώσειν
 
ἡμετέροις βασιλεῦσιν· ἀεὶ δʼ εὔορκος Ἀπόλλων.
 
ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,
 
πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πουλύ· 70
 
αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω.
 
Σπάρτη τοι Καρνεῖε τὸ δὴ πρώτιστον ἔδεθλον,
 
δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.
 
ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο
 
ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης 75
 
οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίηι,
 
δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι
 
θῆκε τελεσφορίην ἐπετήσιον, ἧι ἐνὶ πολλοί
 
ὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον, ὦ ἄνα, ταῦροι.
← Önceki Metin · 4 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi