Thesauros Edebiyat hymns εἰς Δία

εἰς Δία

εἰς Δία Callimachus
Bölümler
Metin 1–96

Metin

 
θειότερον· τῶι καί σφε τεὴν ἐκρίναο λάξιν. 80
 
δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δʼ αὐτὸς
 
ἄκρηισʼ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκηισι
 
λαὸν ὑπὸ σκολιῆισʼ οἵ τʼ ἔμπαλιν ἰθύνουσιν·
 
ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δʼ ἅλις ὄλβον·
 
πᾶσι μέν, οὐ μάλα δʼ ἶσον. ἔοικε δὲ τεκμήρασθαι 85
 
ἡμετέρωι μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
 
ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσηι·
 
ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δʼ, εὖτε νοήσηι.
 
οἳ δὲ τὰ μὲν πλειῶνι, τὰ δʼ οὐχ ἑνί, τῶν δʼ ἀπὸ πάμπαν
 
αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν. 90
 
χαῖρε μέγα Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,
 
δῶτορ ἀπημονίης. τεὰ δʼ ἔργματα τίς κεν ἀείδοι;
 
οὐ γένετʼ, οὐκ ἔσται· τίς καὶ Διὸς ἔργματʼ ἀείσει;
 
χαῖρε πάτερ, χαῖρʼ αὖθι· δίδου δʼ ἀρετήν τʼ ἄφενός τε.
 
οὔτʼ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν 95
 
οὔτʼ ἀρετὴ ἀφένοιο· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.
← Önceki Metin · 5 / 5

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi