Thesauros Edebiyat hymns εἰς Δία

εἰς Δία

εἰς Δία Callimachus
Bölümler
Metin 1–96

Metin

 
συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ 40
 
υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.
 
εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα
 
Ζεῦ πάτερ ἡ Νύμφη σε (Θεναὶ δʼ ἔσαν ἐγγύθι Κνωσοῦ),
 
τουτάκι τοι πέσε δαῖμον ἄπʼ ὀμφαλός· ἔνθεν ἐκεῖνο
 
ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες. 45
 
Ζεῦ σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο
 
Δικταῖαι Μελίαι, δὲ δʼ ἐκοίμισεν Ἀδρήστεια
 
λίκνωι ἐνὶ χρυσέωι, σὺ δʼ ἐθήσαο πίονα μαζόν
 
αἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως.
 
γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης 50
 
Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.
 
οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο
 
τεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήν
 
ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.
 
καλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες οὐράνιε Ζεῦ, 55
 
ὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.
 
ἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·
 
τῶι τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες
 
οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.
← Önceki Metin · 3 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi